Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.12 Joseph. AJ 12.17 (English) >>Joseph. AJ 12.23

12.15δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν. οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρʼ ἐκείνοις. 12.16δόξας οὖν βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι. 12.17

Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπʼ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ, 12.18καιρὸν δʼ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς. 12.19προσλαβὼν δὲ καὶ τὴν τῶν προειρημένων γνώμην Ἀρισταῖος, προσελθὼν τῷ βασιλεῖ λόγους πρὸς αὐτὸν τοιούτους ἐποιήσατο· 12.20οὐ χρῆν ἀπατωμένους ἡμᾶς, βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν· τοὺς γὰρ τῶν Ἰουδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.12 Joseph. AJ 12.17 (English) >>Joseph. AJ 12.23

Powered by PhiloLogic